
Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι εὐιέροις φωναῖσι κικλήσκων δαίμονας ἁγ[ν]ούς. Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης, ἐγκυκλίοις δίναισι † περιθρόνια κυκλέοντες. ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων, μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες, θνητῶν ἀνθρώπων θείαν διέποντες ἀταρπόν, ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι, οὐράνιοι χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς, αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον, μαρμαρυγαῖς στίλβοντες, ἐύφρονες ἐννύχιοί τε· ἔλθετ᾽ ἐπ᾽ εὐιέρου τελετῆς πολυΐστορας ἄθλους ἐσθλὸν ἐπ᾽ εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.
ΕπεξήγησηςΤων Αστέρων των επουρανίων το ιερόν Φως επικαλούμαι, καί με φωνές αγιώτατες απευθύνω πρόσκλησιν προς αυτούς τους αγνούς θεούς. Ό Άστρα επουράνια, της μαύρης...